Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.203 Joseph. AJ 20.209 (English) >>Joseph. AJ 20.215

20.207οἵ τε ἀρχιερεῖς ὅμοια τοῖς ἐκείνου δούλοις ἔπρασσον μηδενὸς κωλύειν δυναμένου. καὶ τῶν ἱερέων τοὺς πάλαι ταῖς δεκάταις τρεφομένους τότε συνέβαινε θνήσκειν τροφῆς ἀπορίᾳ. 20.208

Πάλιν δʼ οἱ σικάριοι κατὰ τὴν ἑορτήν, ἐνειστήκει γὰρ αὕτη, διὰ νυκτὸς εἰς τὴν πόλιν παρελθόντες συλλαμβάνουσι ζῶντα τὸν γραμματέα τοῦ στρατηγοῦντος Ἐλεαζάρου, παῖς δʼ ἦν οὗτος Ἀνανίου τοῦ ἀρχιερέως, καὶ δήσαντες ἐξήγαγον. 20.209εἶτα πέμψαντες πρὸς τὸν Ἀνανίαν ἀπολύσειν ἔφασαν τὸν γραμματέα πρὸς αὐτόν, εἰ πείσειεν τὸν Ἀλβῖνον δέκα δεσμώτας τοὺς ἐξ αὐτῶν ληφθέντας ἀπολῦσαι. καὶ Ἀνανίας διὰ τὴν ἀνάγκην πείσας τὸν Ἀλβῖνον τῆς ἀξιώσεως ἐπέτυχεν. 20.210τοῦτο μειζόνων κακῶν ἦρξεν· οἱ γὰρ λῃσταὶ παντοίως ἐπεμηχανῶντο τῶν Ἀνανίου τινὰς συλλαμβάνειν οἰκείων καὶ συνεχῶς ζωγροῦντες οὐκ ἀπέλυον πρὶν τινας τῶν σικαρίων ἀπολάβοιεν γενόμενοί τε πάλιν ἀριθμὸς οὐκ ὀλίγος ἀναθαρρήσαντες τὴν χώραν ἅπασαν ἐκάκουν. 20.211

Κατὰ τοῦτον δὲ τὸν καιρὸν βασιλεὺς Ἀγρίππας μείζονα τὴν Φιλίππου καλουμένην Καισάρειαν κατασκευάσας εἰς τιμὴν τοῦ Νέρωνος Νερωνιάδα προσηγόρευσεν, καὶ Βηρυτίοις δὲ θέατρον ἀπὸ πολλῶν χρημάτων κατεσκευασμένον ταῖς κατʼ ἔτος θέαις ἐδωρεῖτο πολλὰς εἰς τοῦτο μυριάδας ἀναλίσκων· 20.212σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.203 Joseph. AJ 20.209 (English) >>Joseph. AJ 20.215

Powered by PhiloLogic